ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ

Εν ταῖς ἡμέραις ἐκεῖναις, κρατοῦντος τοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι.
Ἰδὼν δὲ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;
Ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε αὐτὸν κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι᾿ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
Ἀπόδοση στη νεοελληνική:
Ἐνῷ δὲ ὁ θεραπευθεὶς χωλὸς ἐκρατοῦσε τὸν Πέτρον καὶ τὸν Ἰωάννην, ὅλος ὁ λαὸς ἔτρεξε κατάπληκτος πρὸς αὐτοὺς εἰς τὴν στοὰν ποὺ ἐκαλεῖτο τοῦ Σολομῶντος.
Ὅταν εἶδε αὐτὸ ὁ Πέτρος, εἶπε εἰς τὸν λαόν, «Ἄνδρες Ἰσραηλῖται, γιατὶ ἐκπλήττεσθε γι’ αὐτό; Γιατὶ ἔχετε προσηλωμένον τὸ βλέμμα σας σ’ ἐμᾶς σὰν νὰ τὸν εἴχαμε κᾶνει νὰ περπατῇ μὲ δική μας δύναμι ἢ εὐσέβεια;
Ὁ Θεὸς τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων σας, ἐδόξασεν τὸν δοῦλόν του Ἰησοῦν, τὸν ὁποῖον σεῖς παρεδώσατε καὶ τὸν ἀρνηθήκατε ἐνώπιον τοῦ Πιλάτου, ὅταν αὐτὸς εἶχε ἀποφασίσει νὰ τὸν ἀπολύσῃ. Ἀρνηθήκατε τὸν Ἅγιον καὶ Δίκαιον καὶ ἐζητήσατε νὰ σᾶς χαρισθῇ ἕνας ἄνδρας φονηᾶς, τὸν δὲ Ἀρχηγὸν τῆς ζωῆς ἐσκοτώσατε, ἀλλ’ ὁ Θεὸς τὸν ἀνέστησε ἐκ νεκρῶν· τοῦ γεγονότος ἐκείνου ἐμεῖς ἤμεθα μάρτυρες.
Καὶ τὸ ὄνομα τοῦ Ἰησοῦ, διὰ τῆς πίστεως εἰς αὐτό, ἐστερέωσε τοῦτον τὸν ὁποῖον βλέπετε καὶ ξέρετε, καὶ ἡ πίστις, ποὺ ἐνεργεῖται δι’ αὐτοῦ, τοῦ ἔδωκε τὴν πλήρην αὐτὴν ὑγείαν ἐνώπιον ὅλων σας.
Ἐν ταῖς ἡμέραις ταύταις, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἔστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν. Καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου. Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει σὺν γυναιξὶ καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
Ἀναστὰς δε ὁ Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν· ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυῒδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν, ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης.
Απόδοσις στην νεοελληνική
Κατὰ τὰς ἡμέρας αὐτὰς, ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλὴμ ἀπὸ τὸ ὄρος, ποὺ καλεῖται ὄρος τῶν Ἐλαιῶν καὶ εἶναι κοντὰ εἰς τὴν Ἱερουσαλήμ, εἰς ἀπόστασιν πορείας ποὺ ἐπιτρέπεται τὴν ἡμέραν τοῦ Σαββάτου. Ὅταν ἐμπῆκαν εἰς τὴν πόλιν, ἀνέβηκαν εἰς τὸ ἀνῶγι, ὅπου ἔμεναν· ἦσαν ὁ Πέτρος, ὁ Ἰάκωβος, ὁ Ἰωάννης καὶ ὁ Ἀνδρέας, ὁ Φίλιππος καὶ ὁ Θωμᾶς, ὁ Βαρθολομαῖος καὶ ὁ Ματθαῖος, ὁ Ἰάκωβος τοῦ Ἀλφαίου, ὁ Σίμων ὁ Ζηλωτής, καὶ ὁ Ἰούδας τοῦ Ἰακώβου. Ὅλοι αὐτοὶ ἦσαν προσηλωμένοι μὲ μιὰ ψυχὴ εἰς τὴν προσευχὴν καὶ τὴν δέησιν μαζὶ μὲ μερικὲς γυναῖκες καὶ τὴν Μαρίαν τὴν μητέρα τοῦ Ἰησοῦ, καὶ τοὺς ἀδελφούς του.
Σηκώθηκε τότε ὁ Πέτρος εἰς τὸ μέσον τῶν μαθητῶν – ἦσαν δὲ ἐκεῖ παρόντα περὶ τὰ ἑκατὸν εἴκοσι πρόσωπα – καὶ εἶπε, «Ἄνδρες ἀδελφοί, ἔπρεπε νὰ ἐκπληρωθῇ ἡ γραφὴ αὐτή, τὴν ὁποῖαν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ τοῦ στόματος τοῦ Δαυΐδ διὰ τὸν Ἰούδαν, ὁ ὁποῖος ἔγινε ἀρχηγὸς εἰς ἐκείνους ποὺ συνέλαβαν τὸν Ἰησοῦν, διότι εἶχε συγκαταλεγῆ μ’ ἐμᾶς καὶ ἔλαβε τὸ μέρος του εἰς τὴν ὑπηρεσίαν αὐτήν.
Ἐν ταῖς ἡμέραις ἐκείναις, Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην.
Καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ᾿ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸἱερόν· ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην.
Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπε· βλέψον εἰς ἡμᾶς. Ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ᾿ αὐτῶν λαβεῖν.
Εἶπε δὲ Πέτρος· ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειρε καὶ περιπάτει. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά, καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.
Απόδοσις στην νεοελληνική
Κατά τίς ἡμέρες ἐκεῖνες, ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἀνέβαιναν μαζὶ εἰς τὸν ναὸν τὴν ὥραν τῆς προσευχῆς, τὴν ἑνάτην. Καὶ κάποιος ἐκ γενετῆς χωλὸς ἐφέρετο καὶ ἐτοποθετεῖτο κάθε ἡμέραν κοντὰ εἰς τὴν πύλην τοῦ ναοῦ, ποὺ ὀνομάζεται Ὡραία, διὰ νὰ ζητῇ ἐλεημοσύνην ἀπὸ ὅσους ἔμπαιναν εἰς τὸν ναόν.
Ὅταν αὐτὸς εἶδε ὅτι ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἐπρόκειτο νὰ μποῦν εἰς τὸν ναόν, παρακαλοῦσε δι’ ἐλεημοσύνην.
Ὁ Πέτρος προσήλωσε τὸ βλέμμα του εἰς αὐτόν μαζὶ μὲ τὸν Ἰωάννην, καὶ εἶπε, «Κοίταξέ μας». Ἐκεῖνος ἔδωσε ὅλην του τὴν προσοχὴν διότι ἐπερίμενε νὰ πάρῃ κάτι ἀπ’ αὐτούς.
Ὁ δὲ Πέτρος εἶπε, «Ἀσῆμι καὶ χρυσάφι δὲν ἔχω· ἀλλ’ ἐλεῖνο ποὺ ἔχω σοῦ τὸ δίνω· εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου σήκω καὶ περπάτησε». Καὶ ἀφοῦ τὸν ἔπιασε ἀπὸ τὸ δεξὶ χέρι, τὸν ἐσήκωσε· ἀμέσως δὲ ἐστερεώθηκαν τὰ πόδια του καὶ οἱ ἀστράγαλοι, καὶ μὲ ἕνα πήδημα ἐσηκώθηκε ὀρθὸς καὶ περπατοῦσε καὶ ἐμπῆκε μαζί τους εἰς τὸν ναόν, περιπατῶν καὶ πηδῶν καὶ δοξολογῶν τὸν Θεόν.
Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾿ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπε δὲ πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾿ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
Καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, οἳ καὶ εἶπον· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἔστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν.
Ἀπόδοση στη νεοελληνική:
Εἰς τὸ πρῶτον βιβλίον, ὦ Θεόφιλε, ἐμίλησα δι’ ὅλα, ὅσα ὁ Ἰησοῦς ἄρχισε νὰ κάνῃ καὶ νὰ διδάσκῃ, μέχρι τῆς ἡμέρας ποὺ ἀνελήφθη, ἀφοῦ ἔδωκε διὰ τοῦ Ἁγίου Πνεύματος ἐντολὰς εἰς τοὺς ἀποστόλους, ποὺ εἶχε διαλέξει. Εἰς αὐτοὺς παρουσιάσθηκε ζωντανὸς μετὰ τὰ πάθη του μὲ πολλὰς ἀποδείξεις, διότι ἐπὶ σαράντα ἡμέρας παρουσιάζετο εἰς αὐτοὺς καὶ μιλοῦσε διὰ τὴν βασιλείαν τοῦ Θεοῦ.
Καὶ καθ’ ὃν χρόνον τοὺς συνανεστρέφετο, τοὺς παρήγγειλε νὰ μὴ φύγουν ἀπὸ τὰ Ἱεροσόλυμα ἀλλὰ νὰ περιμένουν τὴν ὑπόσχεση τοῦ Πατέρα, τὴν ὁποίαν, εἶπε, «Ἀκούσατε ἀπὸ ἐμέ, ὅτι ὁ μὲν Ἰωάννης ἐβάπτισε μὲ νερό, ἀλλὰ σεῖς θὰ βαπτισθῆτε μὲ Πνεῦμα Ἅγιον, ὕστερα ἀπὸ λίγες ἡμέρες».
Ὅταν λοιπὸν ἦσαν συγκεντρωμένοι τὸν ἐρωτοῦσαν, «Κύριε, μήπως αὐτὸς εἶναι ὁ καιρὸς ποὺ θὰ ἀποκαταστήσῃς τὴν βασιλείαν τοῦ Ἰσραήλ;». Αὐτὸς δὲ τοὺς εἶπε, «Δὲν εἶναι δική σας ὑπόθεσις νὰ ξέρετε τοὺς χρόνους ἢ τοὺς καιρούς, τοὺς ὁποίους ὥρισε ὁ Πατέρας κατὰ τὴν δικήν του ἐξουσίαν, ἀλλὰ θὰ λάβετε δύναμιν, ὅταν ἔλθῃ τὸ Ἅγιον Πνεῦμα ἐπάνω σας, καὶ θὰ εἶσθε μάρτυρές μου εἰς τὴν Ἱερουσαλὴμ καὶ εἰς ὁλόκληρη τὴν Ἰουδαίαν καὶ Σαμάρειαν καὶ μέχρι τῶν περάτων τῆς γῆς».
Ὅταν εἶπε αὐτά, ἐσηκώθηκε εἰς τὸν ἀέρα, ἐνῷ ἐκεῖνοι τὸν ἐκυττοῦσαν, καὶ ἕνα σύννεφο τὸν ἀπέκρυψε ἀπὸ τὰ μάτια τους. Καὶ καθὼς ἐκυττοῦσαν μὲ προσοχὴν πρὸς τὸν οὐρανόν, ἐνῶ αὐτὸς ἀνυψώνετο, αἴφνης δύο ἄνδρες μὲ ἐνδύματα λευκὰ ἐστάθηκαν κοντά τους καὶ τοὺς εἶπαν, «Ἄνδρες Γαλιλαῖοι, γιατὶ στέκεσθε καὶ κυττάζετε εἰς τὸν οὐρανόν; Αὐτὸς ὁ Ἰησοῦς ποὺ ἀνελήφθη ἀπὸ σᾶς εἰς τὸν οὐρανόν, θὰ ἔλθῃ κατὰ τὸν ἴδιο τρόπο ὅπως τὸν εἴδατε νὰ ἀνεβαίνῃ εἰς τὸν οὐρανόν».
Τότε ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλὴμ ἀπὸ τὸ ὄρος, ποὺ καλεῖται ὄρος τῶν Ἐλαιῶν καὶ εἶναι κοντὰ εἰς τὴν Ἱερουσαλήμ, εἰς ἀπόστασιν πορείας ποὺ ἐπιτρέπεται τὴν ἡμέραν τοῦ Σαββάτου.
Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾿ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
Εἶπε δὲ πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾿ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
Καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
Ἀπόδοση στη νεοελληνική:
Εἰς τὸ πρῶτον βιβλίον, ὦ Θεόφιλε, ἐμίλησα δι’ ὅλα, ὅσα ὁ Ἰησοῦς ἄρχισε νὰ κάνῃ καὶ νὰ διδάσκῃ, μέχρι τῆς ἡμέρας ποὺ ἀνελήφθη, ἀφοῦ ἔδωκε διὰ τοῦ Ἁγίου Πνεύματος ἐντολὰς εἰς τοὺς ἀποστόλους, ποὺ εἶχε διαλέξει. Εἰς αὐτοὺς παρουσιάσθηκε ζωντανὸς μετὰ τὰ πάθη του μὲ πολλὰς ἀποδείξεις, διότι ἐπὶ σαράντα ἡμέρας παρουσιάζετο εἰς αὐτοὺς καὶ μιλοῦσε διὰ τὴν βασιλείαν τοῦ Θεοῦ.
Καὶ καθ’ ὃν χρόνον τοὺς συνανεστρέφετο, τοὺς παρήγγειλε νὰ μὴ φύγουν ἀπὸ τὰ Ἱεροσόλυμα ἀλλὰ νὰ περιμένουν τὴν ὑπόσχεση τοῦ Πατέρα, τὴν ὁποίαν, εἶπε, «Ἀκούσατε ἀπὸ ἐμέ, ὅτι ὁ μὲν Ἰωάννης ἐβάπτισε μὲ νερό, ἀλλὰ σεῖς θὰ βαπτισθῆτε μὲ Πνεῦμα Ἅγιον, ὕστερα ἀπὸ λίγες ἡμέρες».
Ὅταν λοιπὸν ἦσαν συγκεντρωμένοι τὸν ἐρωτοῦσαν, «Κύριε, μήπως αὐτὸς εἶναι ὁ καιρὸς ποὺ θὰ ἀποκαταστήσῃς τὴν βασιλείαν τοῦ Ἰσραήλ;».
Αὐτὸς δὲ τοὺς εἶπε, «Δὲν εἶναι δική σας ὑπόθεσις νὰ ξέρετε τοὺς χρόνους ἢ τοὺς καιρούς, τοὺς ὁποίους ὥρισε ὁ Πατέρας κατὰ τὴν δικήν του ἐξουσίαν, ἀλλὰ θὰ λάβετε δύναμιν, ὅταν ἔλθῃ τὸ Ἅγιον Πνεῦμα ἐπάνω σας, καὶ θὰ εἶσθε μάρτυρές μου εἰς τὴν Ἱερουσαλὴμ καὶ εἰς ὁλόκληρη τὴν Ἰουδαίαν καὶ Σαμάρειαν καὶ μέχρι τῶν περάτων τῆς γῆς».
Ὅταν εἶπε αὐτά, ἐσηκώθηκε εἰς τὸν ἀέρα, ἐνῷ ἐκεῖνοι τὸν ἐκυττοῦσαν, καὶ ἕνα σύννεφο τὸν ἀπέκρυψε ἀπὸ τὰ μάτια τους.

