Ο ΣΕΒ. ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΜΑΣ κ. ΧΡΥΣΟΣΤΟΜΟΣ ΛΕΙΤΟΥΡΓΟΣ ΣΤΟΝ ΕΝΟΡΙΑΚΟ ΝΑΟ ΠΑΝΑΓΙΑΣ ΕΛΕΗΜΟΝΗΤΡΙΑΣ ΣΥΜΗΣ Η΄ ΚΥΡΙΑΚΗ ΜΑΤΘΑΙΟΥ

25

Σήμερα 7η Αύγούστου 2022, Κυριακή Η' τοῦ Ματθαίου μετἀ τήν πανήγυριν τῆς Μεταμορφόσεως τοῦ Σωτήρος, ὁ Σεβ. Μητροπολίτης μας κ. Χρυσόστομος σύμφωνα μέ τό ἀνακοινωθέν πρόγραμμά του, χοροστάτησε στόν Ὄρθρο καί τέλεσε τήν Θ. Λειτουργία στόν Ἱ. Ναό Παναγίας Ἐλεημονητρίας Σύμης, μέ συλλειτουργούς του τον π. Φιλόθεο Κάλφα ἐφημέριο τοῦ Ναοῦ καί τόν Διάκονο π. Γεώργιο Κακακιό. Τήν ἱ. ὑμνωδία ἀπέδωσαν γλυκυφθόγγως οἱ ἱεροψάλτες κ. Ἀγαπητός Μιχελῆς καί ὀ ἱεροψάλτης τοῦ Ναοῦ κ. Ἀναστάσιος Μπαλῆς.

Ἀκολουθεί ἡ Εὐαγγελική Περικοπή τῆς ἡμέράς.

Κατά Ματθαίο ΙΔ'(14) 14-22
Καὶ ἐξελθὼν ὁ ᾿Ιησοῦς εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. Ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. Ὁ δὲ εἶπε· φέρετέ μοι αὐτοὺς ὧδε. Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. Καὶ εὐθέως ἠνάγκασεν ὁ ᾿Ιησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.